εἰς Ἄρτεμιν

Tidbits · Callimachus · Original Greek

The Hymn to Artemis by Callimachus in the original Greek – 268 verses, written in Alexandria in the 3rd century BC, with the Amazons dancing at Ephesus near its end.

Diana of Versailles, Musée du Louvre
Diana of Versailles, Musée du Louvre
At a glance
  • Poet: Callimachus of Cyrene (c. 310–240 BC)
  • Work: Hymn III, To Artemis – 268 verses
  • In English: read the translation

Callimachus wrote in a refined, learned Greek for the court of the Ptolemies in Alexandria. His hymn tells of the little goddess on her father’s knee, of her visit to the Cyclopes, her first hunt – and of the Amazons, who set up her image at Ephesus beneath an oak (verses 237–250). The numbers mark every fifth verse.

Apollo unveils Artemis – frontispiece after Bertel Thorvaldsen for Alexander von Humboldt (c. 1807)
Apollo unveils Artemis – frontispiece after Bertel Thorvaldsen for Alexander von Humboldt (c. 1807)
1
Ἄρτεμιν ῾οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαἰ ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονταικαὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
5
παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα‘δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ.δὸς δ᾽ ἰοὺς καὶ τόξα—ἔα, πάτερ, οὔ σε Φαρέτρηνοὐδ᾽ αἰτέω μέγα τόξον: ἐμοὶ Κύκλωπες ὀιστοὺς
10
αὐτίκα τεχνήσονται, ἐμοὶ δ᾽ εὐκαμπὲς ἄεμμα:ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶναζώννυσθαι λεγνωτόν, ἵν᾽ ἄγρια θηρία καίνω.δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
15
δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,αἵ τέ μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκαςμήτ᾽ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,δὸς δέ μοι οὔρεα πάντα: πόλιν δέ μοι ἥντινα νεῖμονἥντινα λῇς: σπαρνὸν γὰρ ὅτ᾽ Ἄρτεμις ἄστυ κάτεισιν:
20
οὔρεσιν οἰκήσω, πόλεσιν δ᾽ ἐπιμείξομαι ἀνδρῶνμοῦνον ὅτ᾽ ἐξείῃσιν ὑπ᾽ ὠδίνεσσι γυναῖκεςτειρόμεναι καλέουσι βοηθόον, ᾗσί με Μοῖραιγεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
25
μήτηρ, ἀλλ᾽ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.’ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸςἅψασθαι, πολλὰς δὲ μάτην ἐτανὐσσατο χεῖρας,μέχρις ἵνα ψαύσειε. πατὴρ δ᾽ ἐπένευσε γελάσσας,φῆ δὲ καταρρέζων ‘ὅτε μοι τοιαῦτα θέαιναι
30
τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρηςχωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσ᾽ ἐθελημὸςαἰτίζεις, καὶ δ᾽ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
35
εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι:πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαιμεσσόγεως νήσους τε: καὶ ἐν πάσῃσιν ἔσονταιἈρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖςἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος.’ ὣς ὁ μὲν εἰπὼν
40
μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρηλευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕλῃ:ἔνθεν ἐπ᾽ Ὠκεανόν: πολέας δ᾽ ἐπελέξατο νύμφας,πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
45
οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.αὖθι δὲ Κύκλωπας μετεκίαθε: τοὺς μὲν ἔτετμενήσῳ ἐνὶ Λιπάρῃ Λ̔ιπάρη νέον, ἀλλὰ τότ᾽ ἔσκενοὔνομά οἱ Μελιγουνίσ᾽ ἐπ᾽ ἄκμοσιν Ἡφαίστοιοἑσταότας περὶ μύδρον: ἐπείγετο γὰρ μέγα ἔργον:
50
ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.αἱ νύμφαι δ᾽ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωραπρηόσιν Ὀσσαίοισιν ἐοικότα, πᾶσι δ᾽ ὑπ᾽ ὀφρὺνφάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳδεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
55
ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τ᾽ ἄημαφυσάων αὐτῶν τε βαρὺν στόνον: αὖε γὰρ Αἴτνη,αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτωνἸταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,εὖθ᾽ οἵ γε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
60
ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρονἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν.τῶ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναιοὔτ᾽ ἄωτην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.οὐ νέμεσις: κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαὶ
65
οὐδέποτ᾽ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.ἀλλ᾽ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ,Ἄργην ἢ Στερόπην: ὁ δὲ δώματος ἐκ μυχάτοιοἔρχεται Ἑρμείης σποδιῇ κεχρημένος αἰθῇ:
70
αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσηςδύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.κοῦρα, σὺ δὲ προτέπω περ, ἔτι τριέτηρος ἐοῦσα,εὖτ᾽ ἔμολεν Λητώ σε μετ᾽ ἀγκαλίδεσσι φέρουσα,Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
75
Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,ὤλοψας δὲ βίηφι: τὸ δ᾽ ἄτριχον εἰσέτι καὶ νῦνμεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσην 8φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ᾽ ἀλώπηξ.
80
τῶ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος‘Κύκλωπες, κἠμοί τι Κυδώνιον εἰ δ᾽ ἄγε τόξονἠδ᾽ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνωντεύξατε: καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.αἰ δέ κ᾽ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
85
θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν.’ἔννεπες: οἱ δ᾽ ἐτέλεσσαν: ἄφαρ δ᾽ ὡπλίσσαο, δαῖμον,αἶψα δ᾽ ἐπὶ σκύλακας πάλιν ἤιες: ἵκεο δ᾽ αὖλινἈρκαδικὴν ἔπι Πανός. ὁ δὲ κρέα λυγκὸς ἔταμνεΜαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
90
τὶν δ᾽ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγοὺςτρεῖς δὲ παρουαίους ἕνα δ᾽ αἰόλον, οἵ ῥα λέονταςαὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων,εἷλκον ἔτι ζώοντας ἐπ᾽ αὐλίον, ἑπτὰ δ᾽ ἔδωκεθάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
95
ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαὶσημῆναι, καὶ ζορκὸς ἐπ᾽ ἴχνιον ἡγήσασθαι.ἔνθεν ἀπερχομένη ῾μετὰ καὶ κύνες ἐσσεύοντὀεὗρες ἐτί προμολῇσ᾽ ὄρεος τοῦ Παρρασίοιο
100
σκαιρούσας ἐλάφους, μέγα τι χρέος: αἱ μὲν ἑπ᾽ ὄχθῃςαἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου,μάσσονες ἢ ταῦροι, κεράων δ᾽ ἀπελάμπετο χρυσός:ἐξαπίνης δ᾽ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες‘τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.’
105
πέντ᾽ ἔσαν αἱ πᾶσαι: πίσυρας δ᾽ ἕλες ὦκα θέουσανόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσανἩρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆιὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο. 110Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοιἔντεα καὶ ζώνη, χρύσεον δ᾽ ἐζεύξαο δίφρον,ἐν δ᾽ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ᾽ ἀείρειν;Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
115
ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.ποῦ δ᾽ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δ᾽ ἐνέηκας ἀυτμὴνἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.ποσσάκι δ᾽ ἀργυρέοιο, θεή, πειρήσαο τόξου;
120
πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,τὸ τρίτον αὖτ᾽ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτ᾽ ἐπὶ δὴν 13ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέαςοἵ τε περὶ ξείνους ἀλιτήμονα πολλά τέλεσκον,σχέτλιοι: οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν:
125
κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,κείρονται δὲ γέροντες ἐφ᾽ υἱάσιν, αἱ δὲ γυναῖκεςἢ βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαιτίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
130
κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλητετραπόδων, εὖ δ᾽ ὄλβος ἀέξεται: οὐδ᾽ ἐπὶ σῆμαἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν:οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περοἴκους ἑστηῶτας ἐσίνατο: ταὶ δὲ θυωρὸν
135
εἰνάτερες γαλόῳ τε μίαν περὶ δίφρα τίθενται.πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,εἴην δ᾽ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή:τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,ἐν δὲ καὶ Ἀπόλλων, ἐν δ᾽ οἵ σεο πάντες ἄεθλοι,
140
ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖαθηητὴν φορέουσιν, ὅτ᾽ ἐς Διὸς οἶκον ἐλαύνεις.ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονταιὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλωνθηρίον ὅττι φέρῃσθα: πάροιθέ γέ, πρίν περ ἱκέσθαι
145
καρτερὸν Ἀλκεΐδην: νῦν δ᾽ οὐκέτι τοῦτον ἄεθλονΦοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμωνἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσανεῖαι πῖον ἔδεσμα: θεοὶ δ᾽ ἐπὶ πάντες ἐκείνῳἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
150
ταῦρον ὅτ᾽ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε χλούνηνκάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα:κερδαλέῳ μύθῳ σε, θεή, μάλα τῷδε πινύσκει‘βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθὸνὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωοὺς
155
οὔρεα βόσκεσθαι: τί δέ κεν πρόκες ἠδὲ λαγωοὶῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.καὶ βόες ἀνθρώποισι κακὸν μέγα: βάλλ᾽ ἐπὶ καὶ τούς.’ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.οὐ γὰρ ὅ γε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθεὶς
160
παύσατ᾽ ἀδηφαγίης: ἔτι οἱ πάρα νηδὺς ἐκείνη,τῇ ποτ᾽ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.σοὶ δ᾽ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσαςψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαιἭρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
165
ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδονσιν:ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντοὕδατος, ὄφρ᾽ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.αὐτὴ δ᾽ ἐς πατρὸς δόμον ἔρχεαι: οἱ δέ σ᾽ ἐφ᾽ ἕδρηνπάντες ὁμῶς καλέουσι: σὺ δ᾽ Ἀπόλλωνι παρίζεις.
170
ἡνίκα δ᾽ αἱ νύμφαι σε χορῷ ἔνι κυκλώσονταιἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖοἢ Πιτάνης ῾καὶ γὰρ Πιτάνη σέθεν᾽ ἢ ἐνὶ Λίμναις,ἢ ἵνα, δαῖμον, Ἀλὰς Ἀραφηνίδας οἰκήσονσαἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δ᾽ εἴπαο τέθμια Ταύρων,
175
μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦτετράγυον τέμνοιεν ὑπ᾽ ἀλλοτρίῳ ἀροτῆρι:ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαικόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶενεἰναετιζόμεναι κεραελκέες, αἳ μέγ᾽ ἄρισται
180
τέμνειν ὦλκα βαθεῖαν: ἐπεὶ θεὸς οὔποτ᾽ ἐκεῖνονἦλθε παρ᾽ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆταιδίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.τίς δέ νύ τοι νήσων, ποῖον δ᾽ ὄρος εὔαδε πλεῖστον,τίς δὲ λιμήν, ποίη δὲ πόλις ; τίνα δ᾽ ἔξοχα νυμφέων
185
φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας ;εἰπέ, θεή, σὺ μὲν ἄμμιν, ἐγὼ δ᾽ ἑτέροισιν ἀείσω.νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,Τηύγετον δ᾽ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.ἔξοχα δ᾽ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
190
ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον: ἧς ποτε Μίνωςπτοιηθεὶς ὑπ᾽ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.ἡ δ᾽ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,ἄλλοτε δ᾽ εἱαμενῇσιν: ὁ δ᾽ ἐννέα μῆνας ἐφοίταπαίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
195
μέσφ᾽ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντονπρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήωνδίκτυα, τά σφ᾽ ἐσάωσαν: ὅθεν μετέπειτα Κύδωνεςνύμφην μὲν Δίκτυναν, ὄρος δ᾽ ὅθεν ἥλατο νύμφηΔικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμοὺς
200
ἱερά τε ῥέζουσι: τὸ δὲ στέφος ἤματι κείνῳἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι:δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζοςτῆς κούρης, ὅτ᾽ ἔφευγεν: ὅθεν μέγα χώσατο μύρτῳ.Οὖπι ἄνασσ᾽ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνγς
205
Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῇ ποτ᾽ ἔδωκαςαὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρηὙψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ᾽ ἀέθλου.καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο,
210
πότνια, σὴν ὁμόθηρον ἐθήκαο: καὶ δὲ σὲ φασὶκαλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαιαἳ πρῶται θοὰ τόξα καὶ ἀμφ᾽ ὤμοισι φαρέτραςἰοδόκους ἐφόρησαν: ἀσίλλωτοι δέ φιν ὦμοιδεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
215
ᾔνησας δ᾽ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρεςμέμφονται κάπροιο: τὰ γὰρ σημήια νίκης
220
Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ᾽ ἔτι θηρὸς ὀδόντας:οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπαοὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαιτοξότιν: οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια.
225
πότνια πουλυμέλαθρε, πολύπτολι, χαῖρε ΧιτώνηΜιλήτῳ ἐπίδημε: σὲ γὰρ ποιήσατο Νηλεὺςἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δ᾽ Ἀγαμέμνωνπηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ
230
μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδεινἔπλεον ἀμφ᾽ Ἑλένῃ Ῥαμνουσίδι θυμωθεῖσαι.ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
235
οὔρεα πλαζομένας Ἀζήνια, τὸν δ᾽ ἐνὶ Λούσοιςἡμέρῃ, οὕνεκα θυμὸν ἀπ᾽ ἄγριον εἵλεο παίδων.σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραιἔν ποτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντοφηγῷ ὑπὸ πρέμεῳ, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ:
240
αὐταὶ δ᾽, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντοπρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλῳστησάμεναι χορὸν εὐρύν: ὑπήεισαν δὲ λίγειαιλεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῇ:οὐ γάρ πω νέβρεια δι᾽ ὀστέα τετρήναντο,
245
ἔργον᾽ Ἀθηναίης ἐλάφῳ κακόν: ἔδραμε δ᾽ ἠχὼΣάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσινοὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλονδωμήθη, τοῦ δ᾽ οὔτε θεώτερον ὄψεται ἠὼς
250
οὐδ᾽ ἀφνειότερον: ῥέα κεν Πυθῶνα παρέλθοι.τῶ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησεΛύγδαμις ὑβριστής: ἐπὶ δὲ στρατὸν ἱππημολγῶνἤγαγε Κιμμερίων ψαμάθῳ ἴσον, οἵ ῥα παρ᾽ αὐτὸνκεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
255
ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν: οὐ γὰρ ἔμελλενοὔτ᾽ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλοςὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαινοστήσειν: Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
260
μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν: οὐδὲ γὰρ Οἰνεῖβωμὸν ἀτιμήσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες:μηδ᾽ ἐλαφηβολίην μηδ᾽ εὐστοχίην ἐριδαίνειν:οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἔπι κόμπασε μισθῷ:μηδέ τινα μνᾶσθαι τὴν παρθένον: οὐδὲ γὰρ Ὦτος,
265
οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν:μηδὲ χορὸν φεύγειν ἐνιαύσιον: οὐδὲ γὰρ Ἱππὼἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι:χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῇ.
Textual notes

1 a)/rxmenoi Blomfield, cf. fr. 9 b and nos Aitia iii. 1. 56, Herodian i. p. 471, ii. p. 190 and p. 252 Lentz; a)rxo/menoi or a)rxo/menos MSS.
2 pe/mpon schol. Nicand. Th. 349; pe/mpen or pe/mpein.
3 o)ssei/oisin (-hsin’; corr. Meineke.
4 e)pi\ Bentley ; e)pei\.
5 e)pi\ Stephanus, Bentley ; e)pei\.
6 kei/nous de\; corr. Meineke.
7 kexrime/nos in marg. e; kexreime/nos in marg. T(aurinensis’.
8 ko/rsh| *windob. 318, *wossian. 59.
9 kh)moi/ Meineke; h)\ h)/ moi.
10 parouai/ous Schneider after M. Haupt sho conjectured parwai/ous, cf. Hesych. s.vv. parwa/s and pa/rwos, Arist. H.A. ix. 45, etc.; parouati/ous.
11 ei(=lkon e, cf. Nonn. 25. 188; ei)=lon *a.
12 u(/steron schol. Apoll. Rh. i. 996; u(/staton.
13 dh\n Editor; dru=n.
14 limo\s *a.
15 tw=n d’ MSS.; corr. Cobet.
16 ou(\s d and Paris. 456.
17 ge Blomf.; de/.
18 o(/ ge d; o(/te.
19 kiklh/skwsin F and *woss. 59; -ousin AE.
20 ti/ ken.
21 w)ku/qoon e, cf. Hesych. s.v.; w)ku/qeon.
22 a)cei/nia MSS. ; corr. Spanheim.
23 plh/s1(s’wsin MSS. ; pli/sswsin Arnaldus ; r(h/sswsin de Jan.
24 h)/lase Et. Gud. Et. M. s. v. i)/sos.
25 a)timh/santi e and *windobon. 318 ; a)tima/santi Af ; a)tima/ssanti Schneider.

A 2nd-century papyrus with verses of Callimachus’ Aetia, found at Oxyrhynchus in Egypt (public domain)
A 2nd-century papyrus with verses of Callimachus’ Aetia, found at Oxyrhynchus in Egypt (public domain)

Greek text: Callimachus, Works, ed. A. W. Mair, London: William Heinemann 1921 (Loeb Classical Library), via Perseus Digital Library.

Leave a Reply

Your email address will not be published. Required fields are marked *