εἰς Ἄρτεμιν

Diane de Versailles, at the Lourve 

 

Ἄρτεμιν ῾οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαἰ ὑμνέομεντῇ τόξα λαγωβολίαι τε μέλονται
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
ἄρχμενοι1 ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
5παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
δός μοι παρθενίην αἰώνιονἄππαφυλάσσειν,
καὶ πολυωνυμίηνἵνα μή μοι Φοῖβος ἐρίζῃ.
δὸς δ᾽ ἰοὺς καὶ τόξαἔαπάτεροὔ σε Φαρέτρην
οὐδ᾽ αἰτέω μέγα τόξονἐμοὶ Κύκλωπες ὀιστοὺς
10αὐτίκα τεχνήσονταιἐμοὶ δ᾽ εὐκαμπὲς ἄεμμα:
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
ζώννυσθαι λεγνωτόνἵν᾽ ἄγρια θηρία καίνω.
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
πάσας εἰνέτεαςπάσας ἔτι παῖδας ἀμίτρους.
15δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
αἵ τέ μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας
μήτ᾽ ἐλάφους βάλλοιμιθοοὺς κύνας εὖ κομέοιεν,
δὸς δέ μοι οὔρεα πάνταπόλιν δέ μοι ἥντινα νεῖμον
ἥντινα λῇςσπαρνὸν γὰρ ὅτ᾽ Ἄρτεμις ἄστυ κάτεισιν: [p. 62]
20οὔρεσιν οἰκήσωπόλεσιν δ᾽ ἐπιμείξομαι ἀνδρῶν
μοῦνον ὅτ᾽ ἐξείῃσιν ὑπ᾽ ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέουσι βοηθόονᾗσί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
25μήτηρἀλλ᾽ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.’
ὣς  παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
ἅψασθαιπολλὰς δὲ μάτην ἐτανὐσσατο χεῖρας,
μέχρις ἵνα ψαύσειεπατὴρ δ᾽ ἐπένευσε γελάσσας,
φῆ δὲ καταρρέζων ‘ὅτε μοι τοιαῦτα θέαιναι
30τίκτοιεντυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
χωομένης ἀλέγοιμιφέρευτέκοςὅσσ᾽ ἐθελημὸς
αἰτίζειςκαὶ δ᾽ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
τρὶς δέκα τοι πτολίεθρατὰ μὴ θεὸν ἄλλον ἀέξειν
35εἴσεταιἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι:
πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τεκαὶ ἐν πάσῃσιν ἔσονται
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεακαὶ μὲν ἀγυιαῖς
ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος.’ ὣς  μὲν εἰπὼν
40μῦθον ἐπεκρήηνε καρήατιβαῖνε δὲ κούρη
λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕλῃ:
ἔνθεν ἐπ᾽ Ὠκεανόνπολέας δ᾽ ἐπελέξατο νύμφας,
πάσας εἰνέτεαςπάσας ἔτι παῖδας ἀμίτρους.
χαῖρε δὲ Καίρατος ποταμὸς μέγαχαῖρε δὲ Τηθύς,
45οὕνεκα θυγατέρας Λητωίδι πέμπον 2 ἀμορβούς. [p. 64]
αὖθι δὲ Κύκλωπας μετεκίαθετοὺς μὲν ἔτετμε
νήσῳ ἐνὶ Λιπάρῃ Λ̔ιπάρη νέονἀλλὰ τότ᾽ ἔσκεν
οὔνομά οἱ Μελιγουνίσ᾽ ἐπ᾽ ἄκμοσιν Ἡφαίστοιο
ἑσταότας περὶ μύδρονἐπείγετο γὰρ μέγα ἔργον:
50ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
αἱ νύμφαι δ᾽ ἔδδεισανὅπως ἴδον αἰνὰ πέλωρα
πρηόσιν Ὀσσαίοισιν 3 ἐοικόταπᾶσι δ᾽ ὑπ᾽ ὀφρὺν
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ
δεινὸν ὑπογλαύσσοντακαὶ ὁππότε δοῦπον ἄκουσαν
55ἄκμονος ἠχήσαντος ἐπὶ 4 μέγα πουλύ τ᾽ ἄημα
φυσάων αὐτῶν τε βαρὺν στόνοναὖε γὰρ Αἴτνη,
αὖε δὲ ΤρινακίηΣικανῶν ἕδοςαὖε δὲ γείτων
Ἰταλίημεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
εὖθ᾽ οἵ γε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
60 χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
ἀμβολαδὶς τετυπόντες ἐπὶ 5 μέγα μοχθήσειαν.
τῶ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
οὔτ᾽ ἄωτην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
οὐ νέμεσιςκείνους γε 6 καὶ αἱ μάλα μηκέτι τυτθαὶ
65οὐδέποτ᾽ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
ἀλλ᾽ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ,
Ἄργην  Στερόπην δὲ δώματος ἐκ μυχάτοιο
ἔρχεται Ἑρμείης σποδιῇ κεχρημένος 7 αἰθῇ: [p. 66]
70αὐτίκα τὴν κούρην μορμύσσεται δὲ τεκούσης
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
κοῦρασὺ δὲ προτέπω περἔτι τριέτηρος ἐοῦσα,
εὖτ᾽ ἔμολεν Λητώ σε μετ᾽ ἀγκαλίδεσσι φέρουσα,
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
75Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
ὤλοψας δὲ βίηφιτὸ δ᾽ ἄτριχον εἰσέτι καὶ νῦν
μεσσάτιον στέρνοιο μένει μέροςὡς ὅτε κόρσην 8
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ᾽ ἀλώπηξ.
80τῶ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος
Κύκλωπεςκἠμοί 9 τι Κυδώνιον εἰ δ᾽ ἄγε τόξον
ἠδ᾽ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
τεύξατεκαὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
αἰ δέ κ᾽ ἐγὼ τόξοις μονιὸν δάκος  τι πέλωρον
85θηρίον ἀγρεύσωτὸ δέ κεν Κύκλωπες ἔδοιεν.’
ἔννεπεςοἱ δ᾽ ἐτέλεσσανἄφαρ δ᾽ ὡπλίσσαοδαῖμον,
αἶψα δ᾽ ἐπὶ σκύλακας πάλιν ἤιεςἵκεο δ᾽ αὖλιν
Ἀρκαδικὴν ἔπι Πανός δὲ κρέα λυγκὸς ἔταμνε
Μαιναλίηςἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
90τὶν δ᾽  γενειήτης δύο μὲν κύνας ἥμισυ πηγοὺς [p. 68]
τρεῖς δὲ παρουαίους 10 ἕνα δ᾽ αἰόλονοἵ ῥα λέοντας
αὐτοὺς αὖ ἐρύοντεςὅτε δράξαιντο δεράων,
εἷλκον 11 ἔτι ζώοντας ἐπ᾽ αὐλίονἑπτὰ δ᾽ ἔδωκε
θάσσονας αὐράων Κυνοσουρίδαςαἵ ῥα διῶξαι
95ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαὶ
σημῆναικαὶ ζορκὸς ἐπ᾽ ἴχνιον ἡγήσασθαι.
ἔνθεν ἀπερχομένη ῾μετὰ καὶ κύνες ἐσσεύοντὀ
εὗρες ἐτί προμολῇσ᾽ ὄρεος τοῦ Παρρασίοιο
100σκαιρούσας ἐλάφουςμέγα τι χρέοςαἱ μὲν ἑπ᾽ ὄχθῃς
αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου,
μάσσονες  ταῦροικεράων δ᾽ ἀπελάμπετο χρυσός:
ἐξαπίνης δ᾽ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.’
105πέντ᾽ ἔσαν αἱ πᾶσαιπίσυρας δ᾽ ἕλες ὦκα θέουσα
νόσφι κυνοδρομίηςἵνα τοι θοὸν ἅρμα φέρωσι.
τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
Ἡρης ἐννεσίῃσινἀέθλιον Ἡρακλῆι
ὕστερον 12 ὄφρα γένοιτοπάγος Κερύνειος ἔδεκτο.

110Ἄρτεμι Παρθενίη Τιτυοκτόνεχρύσεα μέν τοι
ἔντεα καὶ ζώνηχρύσεον δ᾽ ἐζεύξαο δίφρον, [p. 70]
ἐν δ᾽ ἐβάλευ χρύσειαθεήκεμάδεσσι χαλινά.
ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ᾽ ἀείρειν;
Αἵμῳ ἐπὶ Θρήικιτόθεν βορέαο κατᾶιξ
115ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
ποῦ δ᾽ ἔταμες πεύκηνἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
Μυσῷ ἐν Οὐλύμπῳφάεος δ᾽ ἐνέηκας ἀυτμὴν
ἀσβέστουτό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
ποσσάκι δ᾽ ἀργυρέοιοθεήπειρήσαο τόξου;
120πρῶτον ἐπὶ πτελέηντὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,
τὸ τρίτον αὖτ᾽ ἐπὶ θῆρατὸ τέτρατον οὐκέτ᾽ ἐπὶ δὴν 13
ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλινοἵ τε περὶ σφέας
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλά τέλεσκον,
σχέτλιοιοἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν:
125κτήνεά φιν λοιμὸς 14 καταβόσκεταιἔργα δὲ πάχνη,
κείρονται δὲ γέροντες ἐφ᾽ υἱάσιναἱ δὲ γυναῖκες
 βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαι
τίκτουσιν τῶν 15 οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
οἷς 16 δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
130κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυνεὖ δὲ γενέθλη
τετραπόδωνεὖ δ᾽ ὄλβος ἀέξεταιοὐδ᾽ ἐπὶ σῆμα
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν:
οὐδὲ διχοστασίη τρώει γένος τε καὶ εὖ περ
οἴκους ἑστηῶτας ἐσίνατοταὶ δὲ θυωρὸν
135εἰνάτερες γαλόῳ τε μίαν περὶ δίφρα τίθενται.
πότνιατῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
εἴην δ᾽ αὐτόςἄνασσαμέλοι δέ μοι αἰὲν ἀοιδή: [p. 72]
τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεταιἐν δὲ σὺ πολλή,
ἐν δὲ καὶ Ἀπόλλωνἐν δ᾽ οἵ σεο πάντες ἄεθλοι,
140ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγεςαἵ τέ σε ῥεῖα
θηητὴν φορέουσινὅτ᾽ ἐς Διὸς οἶκον ἐλαύνεις.
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονται
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιοςαὐτὰρ Ἀπόλλων
θηρίον ὅττι φέρῃσθαπάροιθέ γέ17 πρίν περ ἱκέσθαι
145καρτερὸν Ἀλκεΐδηννῦν δ᾽ οὐκέτι τοῦτον ἄεθλον
Φοῖβος ἔχειτοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
ἕστηκε πρὸ πυλέων ποτιδέγμενοςεἴ τι φέρουσα
νεῖαι πῖον ἔδεσμαθεοὶ δ᾽ ἐπὶ πάντες ἐκείνῳ
ἄλληκτον γελόωσιμάλιστα δὲ πενθερὴ αὐτή,
150ταῦρον ὅτ᾽ ἐκ δίφροιο μάλα μέγαν   γε 18 χλούνην
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα:
κερδαλέῳ μύθῳ σεθεήμάλα τῷδε πινύσκει
βάλλε κακοὺς ἐπὶ θῆραςἵνα θνητοί σε βοηθὸν
ὡς ἐμὲ κικλήσκωσιν19 ἔα πρόκας ἠδὲ λαγωοὺς
155οὔρεα βόσκεσθαιτί δέ κεν 20 πρόκες ἠδὲ λαγωοὶ
ῥέξειανσύες ἔργασύες φυτὰ λυμαίνονται.
καὶ βόες ἀνθρώποισι κακὸν μέγαβάλλ᾽ ἐπὶ καὶ τούς.’
ὣς ἔνεπενταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
οὐ γὰρ  γε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθεὶς [p. 74]
160παύσατ᾽ ἀδηφαγίηςἔτι οἱ πάρα νηδὺς ἐκείνη,
τῇ ποτ᾽ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
σοὶ δ᾽ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
ψήχουσιν κεμάδαςπαρὰ δέ σφισι πουλὺ νέμεσθαι
Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
165ὠκύθοον 21 τριπέτηλον καὶ Διὸς ἵπποι ἔδονσιν:
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
ὕδατοςὄφρ᾽ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
αὐτὴ δ᾽ ἐς πατρὸς δόμον ἔρχεαιοἱ δέ σ᾽ ἐφ᾽ ἕδρην
πάντες ὁμῶς καλέουσισὺ δ᾽ Ἀπόλλωνι παρίζεις.
170ἡνίκα δ᾽ αἱ νύμφαι σε χορῷ ἔνι κυκλώσονται
ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
 Πιτάνης ῾καὶ γὰρ Πιτάνη σέθεν᾽  ἐνὶ Λίμναις,
 ἵναδαῖμονἈλὰς Ἀραφηνίδας οἰκήσονσα
ἦλθες ἀπὸ Σκυθίηςἀπὸ δ᾽ εἴπαο τέθμια Ταύρων,
175μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
τετράγυον τέμνοιεν ὑπ᾽ ἀλλοτρίῳ ἀροτῆρι:
 γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι [p. 76]
κόπρον ἔπι προγένοιντοκαὶ εἰ Στυμφαιίδες εἶεν
εἰναετιζόμεναι κεραελκέεςαἳ μέγ᾽ ἄρισται
180τέμνειν ὦλκα βαθεῖανἐπεὶ θεὸς οὔποτ᾽ ἐκεῖνον
ἦλθε παρ᾽ Ἠέλιος καλὸν χορόνἀλλὰ θεῆται
δίφρον ἐπιστήσαςτὰ δὲ φάεα μηκύνονται.
τίς δέ νύ τοι νήσωνποῖον δ᾽ ὄρος εὔαδε πλεῖστον,
τίς δὲ λιμήνποίη δὲ πόλις ; τίνα δ᾽ ἔξοχα νυμφέων
185φίλαοκαὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας ;
εἰπέθεήσὺ μὲν ἄμμινἐγὼ δ᾽ ἑτέροισιν ἀείσω.
νήσων μὲν Δολίχηπολίων δέ τοι εὔαδε Πέργη,
Τηύγετον δ᾽ ὀρέωνλιμένες γε μὲν Εὐρίποιο.
ἔξοχα δ᾽ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
190ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπονἧς ποτε Μίνως
πτοιηθεὶς ὑπ᾽ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
 δ᾽ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
ἄλλοτε δ᾽ εἱαμενῇσιν δ᾽ ἐννέα μῆνας ἐφοίτα
παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
195μέσφ᾽ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
δίκτυατά σφ᾽ ἐσάωσανὅθεν μετέπειτα Κύδωνες
νύμφην μὲν Δίκτυνανὄρος δ᾽ ὅθεν ἥλατο νύμφη
Δικταῖον καλέουσινἀνεστήσαντο δὲ βωμοὺς
200ἱερά τε ῥέζουσιτὸ δὲ στέφος ἤματι κείνῳ
 πίτυς  σχῖνοςμύρτοιο δὲ χεῖρες ἄθικτοι: [p. 78]
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
τῆς κούρηςὅτ᾽ ἔφευγενὅθεν μέγα χώσατο μύρτῳ.
Οὖπι ἄνασσ᾽ εὐῶπι φαεσφόρεκαὶ δὲ σὲ κείνγς
205Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
καὶ μὴν Κυρήνην ἑταρίσσαοτῇ ποτ᾽ ἔδωκας
αὐτὴ θηρητῆρε δύω κύνετοῖς ἔνι κούρη
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ᾽ ἀέθλου.
καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο,
210πότνιασὴν ὁμόθηρον ἐθήκαοκαὶ δὲ σὲ φασὶ
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι
αἳ πρῶται θοὰ τόξα καὶ ἀμφ᾽ ὤμοισι φαρέτρας
ἰοδόκους ἐφόρησανἀσίλλωτοι δέ φιν ὦμοι
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
215ᾔνησας δ᾽ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
καί  κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
μέμφονται κάπροιοτὰ γὰρ σημήια νίκης
220Ἀρκαδίην εἰσῆλθενἔχει δ᾽ ἔτι θηρὸς ὀδόντας:
οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
τοξότινοὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια.
225πότνια πουλυμέλαθρεπολύπτολιχαῖρε Χιτώνη
Μιλήτῳ ἐπίδημεσὲ γὰρ ποιήσατο Νηλεὺς [p. 80]
ἡγεμόνηνὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
Χησιὰς Ἰμβρασίη πρωτόθρονεσοὶ δ᾽ Ἀγαμέμνων
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ
230μείλιον ἀπλοΐηςὅτε οἱ κατέδησας ἀήτας,
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
ἔπλεον ἀμφ᾽ Ἑλένῃ Ῥαμνουσίδι θυμωθεῖσαι.
 μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
ἄλλον μὲν Κορίηςὅτι οἱ συνελέξαο κούρας
235οὔρεα πλαζομένας Ἀζήνια22 τὸν δ᾽ ἐνὶ Λούσοις
ἡμέρῃοὕνεκα θυμὸν ἀπ᾽ ἄγριον εἵλεο παίδων.
σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
ἔν ποτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντο
φηγῷ ὑπὸ πρέμεῳτέλεσεν δέ τοι ἱερὸν Ἱππώ:
240αὐταὶ δ᾽Οὖπι ἄνασσαπερὶ πρύλιν ὠρχήσαντο
πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιοναὖθι δὲ κύκλῳ
στησάμεναι χορὸν εὐρύνὑπήεισαν δὲ λίγειαι
λεπταλέον σύριγγεςἵνα ῥήσσωσιν 23 ὁμαρτῇ:
οὐ γάρ πω νέβρεια δι᾽ ὀστέα τετρήναντο,
245ἔργον᾽ Ἀθηναίης ἐλάφῳ κακόνἔδραμε δ᾽ ἠχὼ
Σάρδιας ἔς τε νομὸν Βερεκύνθιοναἱ δὲ πόδεσσιν
οὖλα κατεκροτάλιζονἐπεψόφεον δὲ φαρέτραι. [p. 82]
κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
δωμήθητοῦ δ᾽ οὔτε θεώτερον ὄψεται ἠὼς
250οὐδ᾽ ἀφνειότερονῥέα κεν Πυθῶνα παρέλθοι.
τῶ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
Λύγδαμις ὑβριστήςἐπὶ δὲ στρατὸν ἱππημολγῶν
ἤγαγε 24 Κιμμερίων ψαμάθῳ ἴσονοἵ ῥα παρ᾽ αὐτὸν
κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
255 δειλὸς βασιλέωνὅσον ἤλιτενοὐ γὰρ ἔμελλεν
οὔτ᾽ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι
νοστήσεινἘφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
πότνια Μουνιχίη λιμενοσκόπεχαῖρε Φεραίη.
260μή τις ἀτιμήσῃ τὴν Ἄρτεμινοὐδὲ γὰρ Οἰνεῖ
βωμὸν ἀτιμήσαντι 25 καλοὶ πόλιν ἦλθον ἀγῶνες:
μηδ᾽ ἐλαφηβολίην μηδ᾽ εὐστοχίην ἐριδαίνειν:
οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἔπι κόμπασε μισθῷ:
μηδέ τινα μνᾶσθαι τὴν παρθένονοὐδὲ γὰρ Ὦτος,
265οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν:
μηδὲ χορὸν φεύγειν ἐνιαύσιονοὐδὲ γὰρ Ἱππὼ
ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι:
χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῇ.

1 a)/rxmenoi Blomfield, cf. fr. 9 b and nos Aitia iii. 1. 56, Herodian i. p. 471, ii. p. 190 and p. 252 Lentz; a)rxo/menoi or a)rxo/menos MSS.

2 pe/mpon schol. Nicand. Th. 349; pe/mpen or pe/mpein.

3 o)ssei/oisin (-hsin’; corr. Meineke.

4 e)pi\ Bentley ; e)pei\.

5 e)pi\ Stephanus, Bentley ; e)pei\.

6 kei/nous de\; corr. Meineke.

7 kexrime/nos in marg. e; kexreime/nos in marg. T(aurinensis’.

8 ko/rsh| *windob. 318, *wossian. 59.

9 kh)moi/ Meineke; h)\ h)/ moi.

10 parouai/ous Schneider after M. Haupt sho conjectured parwai/ous, cf. Hesych. s.vv. parwa/s and pa/rwos, Arist. H.A. ix. 45, etc.; parouati/ous.

11 ei(=lkon e, cf. Nonn. 25. 188; ei)=lon *a.

12 u(/steron schol. Apoll. Rh. i. 996; u(/staton.

13 dh\n Editor; dru=n.

14 limo\s *a.

15 tw=n d’ MSS.; corr. Cobet.

16 ou(\s d and Paris. 456.

17 ge Blomf.; de/.

18 o(/ ge d; o(/te.

19 kiklh/skwsin F and *woss. 59; -ousin AE.

20 ti/ ken.

21 w)ku/qoon e, cf. Hesych. s.v.; w)ku/qeon.

22 a)cei/nia MSS. ; corr. Spanheim.

23 plh/s1(s’wsin MSS. ; pli/sswsin Arnaldus ; r(h/sswsin de Jan.

24 h)/lase Et. Gud. Et. M. s. v. i)/sos.

25 a)timh/santi e and *windobon. 318 ; a)tima/santi Af ; a)tima/ssanti Schneider.

Callimachus. Works. A.W. Mair. London: William Heinemann; New York: G.P. Putnam’s Sons. 1921.

Google Digital Humanities Awards Program provided support for entering this text.

.

Leave a Reply

Your email address will not be published. Required fields are marked *