gardenofgoddesses.com

What to Expect in the Gardens of the Goddesses

The Gardens of the Goddess Retreat in Ephesus The Gardens of the Goddess Retreat offers a profound journey into the very sources of the Divine Feminine and her many expressions. Our gathering weaves together exploration of ancient temple complexes—power places that still radiate presence—with quiet time for contemplation in a landscape long blessed by the […]

Sardis and the Celebration of Many Goddesses

  The Sanctuary of Artemis was the preeminent religious heart of Sardis and the focus of the city’s ancestral cults, with overlapping and evolving syncretic beliefs1. These cults could have been existed long before the temple – even the present massive altar – was built (fig. 1). Their presence shaped the sanctuary and the temple […]

Will the real Artemis please stand up?

The Greek goddess Artemis of Ephesus has deep chthonic roots that reach far back into time. With the work of Homer—through the Iliad and the Odyssey—two very different strands of Artemis emerged, dating to seven or eight centuries before the Common Era. Homer, as I once remarked in a series of films I made called […]

Callimachus, Hymn to Artemis

Hymn to Artemis, Callimachus, Hymns, translated by Alexander William Mair (1875-1928), from the Loeb edition of 1921, now in the public domain, with thanks to www.theoi.com for making the text available on line. § 1  HYMN III. TO ARTEMISArtemis we hymn — no light thing is it for singers to forget her — whose study is the […]

εἰς Ἄρτεμιν

  Ἄρτεμιν ῾οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαἰ ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονταικαὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,ἄρχμενοι, 1 ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι5παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα‘δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ.δὸς δ᾽ ἰοὺς καὶ τόξα—ἔα, πάτερ, οὔ σε Φαρέτρηνοὐδ᾽ αἰτέω μέγα τόξον: ἐμοὶ Κύκλωπες ὀιστοὺς10αὐτίκα τεχνήσονται, ἐμοὶ δ᾽ εὐκαμπὲς ἄεμμα:ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶναζώννυσθαι λεγνωτόν, ἵν᾽ ἄγρια θηρία καίνω.δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.15δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,αἵ τέ μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκαςμήτ᾽ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,δὸς δέ μοι οὔρεα πάντα: πόλιν δέ μοι ἥντινα νεῖμονἥντινα λῇς: σπαρνὸν γὰρ ὅτ᾽ Ἄρτεμις ἄστυ κάτεισιν: [p. 62]20οὔρεσιν οἰκήσω, πόλεσιν δ᾽ ἐπιμείξομαι ἀνδρῶνμοῦνον ὅτ᾽ ἐξείῃσιν ὑπ᾽ ὠδίνεσσι γυναῖκεςτειρόμεναι καλέουσι βοηθόον, ᾗσί με Μοῖραιγεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα25μήτηρ, ἀλλ᾽ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.’ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸςἅψασθαι, πολλὰς δὲ μάτην ἐτανὐσσατο χεῖρας,μέχρις ἵνα ψαύσειε. πατὴρ δ᾽ ἐπένευσε γελάσσας,φῆ δὲ καταρρέζων ‘ὅτε μοι τοιαῦτα θέαιναι30τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρηςχωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσ᾽ ἐθελημὸςαἰτίζεις, καὶ δ᾽ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν35εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι:πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαιμεσσόγεως νήσους τε: καὶ ἐν πάσῃσιν ἔσονταιἈρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖςἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος.’ ὣς ὁ μὲν εἰπὼν40μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρηλευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕλῃ:ἔνθεν ἐπ᾽ Ὠκεανόν: πολέας δ᾽ ἐπελέξατο νύμφας,πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,45οὕνεκα θυγατέρας Λητωίδι πέμπον 2 ἀμορβούς. [p. 64]αὖθι δὲ Κύκλωπας μετεκίαθε: τοὺς μὲν ἔτετμενήσῳ ἐνὶ Λιπάρῃ Λ̔ιπάρη νέον, ἀλλὰ τότ᾽ ἔσκενοὔνομά οἱ Μελιγουνίσ᾽ ἐπ᾽ ἄκμοσιν Ἡφαίστοιοἑσταότας περὶ μύδρον: ἐπείγετο γὰρ μέγα ἔργον:50ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.αἱ νύμφαι δ᾽ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωραπρηόσιν Ὀσσαίοισιν 3 ἐοικότα, πᾶσι δ᾽ ὑπ᾽ ὀφρὺνφάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳδεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν55ἄκμονος ἠχήσαντος ἐπὶ 4 μέγα πουλύ τ᾽ ἄημαφυσάων αὐτῶν τε βαρὺν στόνον: αὖε γὰρ Αἴτνη,αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτωνἸταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,εὖθ᾽ οἵ γε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων60ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρονἀμβολαδὶς τετυπόντες ἐπὶ 5 μέγα μοχθήσειαν.τῶ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναιοὔτ᾽ ἄωτην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.οὐ νέμεσις: κείνους γε 6 καὶ αἱ μάλα μηκέτι τυτθαὶ65οὐδέποτ᾽ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.ἀλλ᾽ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ,Ἄργην ἢ Στερόπην: ὁ δὲ δώματος ἐκ μυχάτοιοἔρχεται Ἑρμείης σποδιῇ κεχρημένος 7 αἰθῇ: [p. 66]70αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσηςδύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.κοῦρα, σὺ δὲ προτέπω περ, ἔτι τριέτηρος ἐοῦσα,εὖτ᾽ ἔμολεν Λητώ σε μετ᾽ ἀγκαλίδεσσι φέρουσα,Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,75Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,ὤλοψας δὲ βίηφι: τὸ δ᾽ ἄτριχον εἰσέτι καὶ νῦνμεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσην 8φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ᾽ ἀλώπηξ.80τῶ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος‘Κύκλωπες, κἠμοί 9 τι Κυδώνιον εἰ δ᾽ ἄγε τόξονἠδ᾽ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνωντεύξατε: καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.αἰ δέ κ᾽ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον85θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν.’ἔννεπες: οἱ δ᾽ ἐτέλεσσαν: ἄφαρ δ᾽ ὡπλίσσαο, δαῖμον,αἶψα δ᾽ ἐπὶ σκύλακας πάλιν ἤιες: ἵκεο δ᾽ αὖλινἈρκαδικὴν ἔπι Πανός. ὁ δὲ κρέα λυγκὸς ἔταμνεΜαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.90τὶν δ᾽ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγοὺς [p. 68]τρεῖς δὲ παρουαίους 10 ἕνα δ᾽ αἰόλον, οἵ ῥα λέονταςαὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων,εἷλκον 11 ἔτι ζώοντας ἐπ᾽ αὐλίον, ἑπτὰ δ᾽ ἔδωκεθάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι95ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαὶσημῆναι, καὶ ζορκὸς ἐπ᾽ ἴχνιον ἡγήσασθαι.ἔνθεν ἀπερχομένη ῾μετὰ καὶ κύνες ἐσσεύοντὀεὗρες ἐτί προμολῇσ᾽ ὄρεος τοῦ Παρρασίοιο100σκαιρούσας ἐλάφους, μέγα τι χρέος: αἱ μὲν ἑπ᾽ ὄχθῃςαἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου,μάσσονες ἢ ταῦροι, κεράων δ᾽ ἀπελάμπετο χρυσός:ἐξαπίνης δ᾽ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες‘τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.’105πέντ᾽ ἔσαν αἱ πᾶσαι: πίσυρας δ᾽ ἕλες ὦκα θέουσανόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσανἩρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆιὕστερον 12 ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο. 110Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοιἔντεα καὶ ζώνη, χρύσεον δ᾽ ἐζεύξαο δίφρον, [p. 70]ἐν δ᾽ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ᾽ ἀείρειν;Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ115ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.ποῦ δ᾽ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δ᾽ ἐνέηκας ἀυτμὴνἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.ποσσάκι δ᾽ ἀργυρέοιο, θεή, πειρήσαο τόξου;120πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,τὸ τρίτον αὖτ᾽ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτ᾽ ἐπὶ δὴν 13ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέαςοἵ τε περὶ ξείνους ἀλιτήμονα πολλά τέλεσκον,σχέτλιοι: οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν:125κτήνεά φιν λοιμὸς 14 καταβόσκεται, ἔργα δὲ πάχνη,κείρονται δὲ γέροντες ἐφ᾽ υἱάσιν, αἱ δὲ γυναῖκεςἢ βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαιτίκτουσιν τῶν 15 οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.οἷς 16 δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,130κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλητετραπόδων, εὖ δ᾽ ὄλβος ἀέξεται: οὐδ᾽ ἐπὶ σῆμαἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν:οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περοἴκους ἑστηῶτας ἐσίνατο: ταὶ δὲ θυωρὸν135εἰνάτερες γαλόῳ τε μίαν περὶ δίφρα τίθενται.πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,εἴην δ᾽ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή: [p. 72]τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,ἐν δὲ καὶ Ἀπόλλων, ἐν δ᾽ οἵ σεο πάντες ἄεθλοι,140ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖαθηητὴν φορέουσιν, ὅτ᾽ ἐς Διὸς οἶκον ἐλαύνεις.ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονταιὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλωνθηρίον ὅττι φέρῃσθα: πάροιθέ γέ, 17 πρίν περ ἱκέσθαι145καρτερὸν Ἀλκεΐδην: νῦν δ᾽ οὐκέτι τοῦτον ἄεθλονΦοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμωνἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσανεῖαι πῖον ἔδεσμα: θεοὶ δ᾽ ἐπὶ πάντες ἐκείνῳἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,150ταῦρον ὅτ᾽ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε 18 χλούνηνκάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα:κερδαλέῳ μύθῳ σε, θεή, μάλα τῷδε πινύσκει‘βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθὸνὡς ἐμὲ κικλήσκωσιν. 19 ἔα πρόκας ἠδὲ λαγωοὺς155οὔρεα βόσκεσθαι: τί δέ κεν 20 πρόκες ἠδὲ λαγωοὶῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.καὶ βόες ἀνθρώποισι κακὸν μέγα: βάλλ᾽ ἐπὶ καὶ τούς.’ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.οὐ γὰρ ὅ γε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθεὶς [p. 74]160παύσατ᾽ ἀδηφαγίης: ἔτι οἱ πάρα νηδὺς ἐκείνη,τῇ ποτ᾽ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.σοὶ δ᾽ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσαςψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαιἭρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν165ὠκύθοον 21 τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδονσιν:ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντοὕδατος, ὄφρ᾽ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.αὐτὴ δ᾽ ἐς πατρὸς δόμον ἔρχεαι: οἱ δέ σ᾽ ἐφ᾽ ἕδρηνπάντες ὁμῶς καλέουσι: σὺ δ᾽ Ἀπόλλωνι παρίζεις.170ἡνίκα δ᾽ αἱ νύμφαι σε χορῷ ἔνι κυκλώσονταιἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖοἢ Πιτάνης ῾καὶ γὰρ Πιτάνη σέθεν᾽ ἢ ἐνὶ Λίμναις,ἢ ἵνα, δαῖμον, Ἀλὰς Ἀραφηνίδας οἰκήσονσαἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δ᾽ εἴπαο τέθμια Ταύρων,175μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦτετράγυον τέμνοιεν ὑπ᾽ ἀλλοτρίῳ ἀροτῆρι:ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι [p. 76]κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶενεἰναετιζόμεναι κεραελκέες, αἳ μέγ᾽ ἄρισται180τέμνειν ὦλκα βαθεῖαν: ἐπεὶ θεὸς οὔποτ᾽ ἐκεῖνονἦλθε παρ᾽ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆταιδίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.τίς δέ νύ τοι νήσων, ποῖον δ᾽ ὄρος εὔαδε πλεῖστον,τίς δὲ λιμήν, ποίη δὲ πόλις ; τίνα δ᾽ ἔξοχα νυμφέων185φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας ;εἰπέ, θεή, σὺ μὲν ἄμμιν, ἐγὼ δ᾽ ἑτέροισιν ἀείσω.νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,Τηύγετον δ᾽ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.ἔξοχα δ᾽ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,190ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον: ἧς ποτε Μίνωςπτοιηθεὶς ὑπ᾽ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.ἡ δ᾽ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,ἄλλοτε δ᾽ εἱαμενῇσιν: ὁ δ᾽ ἐννέα μῆνας ἐφοίταπαίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,195μέσφ᾽ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντονπρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήωνδίκτυα, τά σφ᾽ ἐσάωσαν: ὅθεν μετέπειτα Κύδωνεςνύμφην μὲν Δίκτυναν, ὄρος δ᾽ ὅθεν ἥλατο νύμφηΔικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμοὺς200ἱερά τε ῥέζουσι: τὸ δὲ στέφος ἤματι κείνῳἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι: [p. 78]δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζοςτῆς κούρης, ὅτ᾽ ἔφευγεν: ὅθεν μέγα χώσατο μύρτῳ.Οὖπι ἄνασσ᾽ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνγς205Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῇ ποτ᾽ ἔδωκαςαὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρηὙψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ᾽ ἀέθλου.καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο,210πότνια, σὴν ὁμόθηρον ἐθήκαο: καὶ δὲ σὲ φασὶκαλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαιαἳ πρῶται θοὰ τόξα καὶ ἀμφ᾽ ὤμοισι φαρέτραςἰοδόκους ἐφόρησαν: ἀσίλλωτοι δέ φιν ὦμοιδεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.215ᾔνησας δ᾽ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρεςμέμφονται κάπροιο: τὰ γὰρ σημήια νίκης220Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ᾽ ἔτι θηρὸς ὀδόντας:οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπαοὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαιτοξότιν: οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια.225πότνια πουλυμέλαθρε, πολύπτολι, χαῖρε ΧιτώνηΜιλήτῳ ἐπίδημε: σὲ γὰρ ποιήσατο Νηλεὺς [p. 80]ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δ᾽ Ἀγαμέμνωνπηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ230μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδεινἔπλεον ἀμφ᾽ Ἑλένῃ Ῥαμνουσίδι θυμωθεῖσαι.ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας235οὔρεα πλαζομένας Ἀζήνια, 22 τὸν δ᾽ ἐνὶ Λούσοιςἡμέρῃ, οὕνεκα θυμὸν ἀπ᾽ ἄγριον εἵλεο παίδων.σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραιἔν ποτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντοφηγῷ ὑπὸ πρέμεῳ, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ:240αὐταὶ δ᾽, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντοπρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλῳστησάμεναι χορὸν εὐρύν: ὑπήεισαν δὲ λίγειαιλεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν 23 ὁμαρτῇ:οὐ γάρ πω νέβρεια δι᾽ ὀστέα τετρήναντο,245ἔργον᾽ Ἀθηναίης ἐλάφῳ κακόν: ἔδραμε δ᾽ ἠχὼΣάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσινοὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι. [p. 82]κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλονδωμήθη, τοῦ δ᾽ οὔτε θεώτερον ὄψεται ἠὼς250οὐδ᾽ ἀφνειότερον: ῥέα κεν Πυθῶνα παρέλθοι.τῶ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησεΛύγδαμις ὑβριστής: ἐπὶ δὲ στρατὸν ἱππημολγῶνἤγαγε 24 Κιμμερίων ψαμάθῳ ἴσον, οἵ ῥα παρ᾽ αὐτὸνκεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.255ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν: οὐ γὰρ ἔμελλενοὔτ᾽ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλοςὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαινοστήσειν: Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.260μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν: οὐδὲ γὰρ Οἰνεῖβωμὸν ἀτιμήσαντι 25 καλοὶ πόλιν ἦλθον ἀγῶνες:μηδ᾽ ἐλαφηβολίην μηδ᾽ εὐστοχίην ἐριδαίνειν:οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἔπι κόμπασε μισθῷ:μηδέ τινα μνᾶσθαι τὴν παρθένον: οὐδὲ γὰρ Ὦτος,265οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν:μηδὲ χορὸν φεύγειν ἐνιαύσιον: οὐδὲ γὰρ Ἱππὼἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι:χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῇ. 1 a)/rxmenoi Blomfield, cf. fr. 9 b and nos Aitia iii. 1. 56, Herodian i. p. 471, ii. p. 190 and p. 252 Lentz; a)rxo/menoi or a)rxo/menos MSS. 2 pe/mpon schol. Nicand. Th. 349; pe/mpen or pe/mpein. 3 o)ssei/oisin (-hsin’; corr. Meineke. 4 e)pi […]

Ancient Hymn to Hekate Chthonia

In the following article an ancient hymn to Hekate will be presented saved by the christian philosopher and theologist, Ippolytos. The hymn is unknown to the community of the Goddess Hekate and as this blog has the goal to present rare material and information from the ancient texts, about our Goddess, this article is another […]

Shopping cart close